Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.125 Joseph. AJ 10.131 (English) >>Joseph. AJ 10.136

10.129καὶ τὸν μὲν Ἱερεμίαν ταῦτʼ εἰπόντα βασιλεὺς ἀπέλυσεν προστάξας αὐτῷ πρὸς μηδένα τῶν πολιτῶν ἐξενεγκεῖν τὰ δόξαντʼ αὐτοῖς, ἀλλὰ μηδὲ τοῖς ἡγεμόσιν, εἰ μαθόντες αὐτὸν ὑπʼ αὐτοῦ μετάπεμπτον γεγονέναι πυνθάνονται τί κληθεὶς εἴποι πρὸς αὐτόν, φράζειν τι τούτων, ἀλλὰ σκήπτεσθαι πρὸς αὐτούς, ὅτι δεηθείη μὴ ἐν δεσμῷ τυγχάνειν καὶ φυλακῇ. 10.130καὶ δὴ τοῦτο πρὸς αὐτοὺς ἔλεγεν· ἐπυνθάνοντο γὰρ ἐλθόντες πρὸς τὸν προφήτην, τί περὶ αὐτῶν ἀφίκοιτο πρὸς τὸν βασιλέα σκήπτεσθαι. ταῦτα μὲν οὕτως ἐλέχθη. 10.131

Τῆς δὲ πολιορκίας τῶν Ἱεροσολύμων Βαβυλώνιος ἐντεταμένως σφόδρα καὶ προθύμως εἴχετο· πύργους τε γὰρ μεγάλων οἰκοδομήσας χωμάτων ἀπʼ αὐτῶν ἀνεῖργε τοὺς τοῖς τείχεσιν ἐφεστῶτας, καὶ πολλὰ περὶ τὸν κύκλον ὅλον ἤγειρε χώματα τοῖς τείχεσι τὸ ὕψος ἴσα. 10.132καρτερῶς δὲ καὶ προθύμως ἔφερον οἱ ἐντὸς τὴν πολιορκίαν· ἔκαμνον γὰρ οὔτε πρὸς τὸν λιμὸν οὔτε πρὸς τὴν νόσον τὴν λοιμικήν, ἀλλὰ καίπερ ἔνδον ὑπὸ τούτων ἐλαυνόμενοι τῶν παθῶν τὰς ψυχὰς ἔρρωντο πρὸς τὸν πόλεμον, μήτε πρὸς τὰς ἐπινοίας τῶν ἐχθρῶν καὶ τὰ μηχανήματα καταπληττόμενοι, ἀλλʼ ἀντιμηχανήματα πρὸς πάντα τὰ παρʼ ἐκείνων ἀντεπινοοῦντες· 10.133ὡς εἶναι τὸν ὅλον ἀγῶνα καὶ τοῖς Βαβυλωνίοις καὶ τοῖς Ἱεροσολυμίταις τῆς ὀξύτητος καὶ συνέσεως, τῶν μὲν πλέον ἐν ταύτῃ δυνηθῆναι τὴν ἀναίρεσιν οἰομένων εἶναι τῆς πόλεως, τῶν δὲ τὴν σωτηρίαν ἐν οὐκ ἄλλῳ τιθεμένων ἐν τῷ μὴ καμεῖν μηδʼ ἀπειπεῖν ἀντεφευρίσκοντας οἷς μάταια τὰ τῶν ἐχθρῶν ἀπελεγχθήσεται μηχανήματα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.125 Joseph. AJ 10.131 (English) >>Joseph. AJ 10.136

Powered by PhiloLogic